«Οι ωραιότερες στιγμές που έζησα ήταν της αδικίας. Όποιος δέχεται τον άδικο, δέχεται τον αδικημένο Χριστό στην καρδιά του». Αγιος Γέρων Παίσιος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἁγίαν Σου Μητέρα τιμιω­τέ ραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων Δυνάμεων, αὐτὸς Πανάγα θε, διὰ τῶν πρεσβειῶν Αὐτῆς καὶ πάντων Σου τῶν Ἁγίων, παρακλήθητι, καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ Σου, εἴ τι ἥμαρ τον σήμερον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος, τὰ ἐκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξί­ας καὶ πολλῆς μου ῥαθυμίας καὶ ἀμελείας γεγενημένα, εἴτε τὸ ὄνομά Σου τὸ Ἅγιον ὤμοσα, εἴτε ἐπιώρκησα ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἢ ἔν τινί Σε παρώργισα, ἢ ἔκλεψα, ἢ ἐψευσάμην, ἢ φίλος παρέβαλε πρὸς ἐμὲ καὶ παρεῖδον αὐτόν, ἢ ἀδελφὸν ἔθλιψα καὶ παρεπί κρα να, ἢ ἱσταμένου μου ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ πονηρὰ και βιωτικὰ περιεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύ­φη σα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφρόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ὑπερηφα νευ­σά μην, ἢ κάλλος μάταιον ἐθεασά μην καὶ ὑπ’ αὐτοῦ ἐθέλχθην τὸν νοῦν, ἢ τὰ μὴ δέοντα ἐφλυάρησα, ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιειργασάμην καὶ κατέ­κρινα αὐτὸν καὶ τὰ ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώμα τα παρεβλεψάμην, εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τι ἄλλο πονηρὸν ἐνενόησα. Ταῦτα πάντα καὶ ἄλλα, ἅπερ ἔπραξα καὶ οὐ μέμνημαι, συγχώρησόν μοι ὁ Θεὸς τῷ ἀχρείῳ δούλῳ Σου, καὶ ἐλέησόν με ὡς Ἀγαθὸς καὶ Φιλάν θρω πος, ἵνα ἐν εἰρήνῃ κοιμη­θῶ καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σε σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA