"Ο,τιδήποτε πάθουμε άδικα από κάποιον,ο Θεός υπολογίζει την αδικία αυτή είτε προς διάλυση των αμαρτημάτων μας, είτε προς απόδοση αμοιβής…'' Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

Ἀπολυτίκιον  Ἦχος α'.

ν Ἰορδάνη βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοί, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεῖς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοί.

Κάθισμα  Ἦχος δ'.Ταχὺ προκατάλαβε.

Τὰ ρεῖθρα ἠγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἠμῶν. ὑπέκλινας τὴ παλάμη, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σὲ ἰκετεύομεν. Σῶσον τὸν κόσμον σου.

Ἡ Ὑπακοὴ  Ἦχος πλ. α΄.

τε τὴ Ἐπιφανεία σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ ὁ Ἰορδάνης κάτω ρέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἠμᾶς, ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς Θεοτόκου, καὶ ἐλέησον ἠμᾶς.

 

Κοντάκιον  Ἦχος δ'.

πεφάνης σήμερον τὴ οἰκουμένη, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἠμᾶς, ἓν ἐπιγνώσει ὑμνοῦντας σέ. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ΜΕΓΑΛΥΝΑΡΙΑ.Ἦχος β'.

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνη, ἐλθόντα βαπτισθῆναι.

Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρώας, φωνῆς μαρτυρηθέντα.

Μεγάλυνον ψυχή μου, τὸν ἕνα της Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα.

Προφήτα, δεῦρο πρὸς μέ, ἔκτεινον τὴν χείρα, καὶ βάπτισον μὲ τάχος.

Προφήτα, ἅφες ἄρτι, καὶ βάπτισον μὲ θέλων, πληρῶσαι καὶ γὰρ ἦλθον, πάσαν δικαιοσύνην.

 

Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τὴ τοῦ Προδρόμου.

Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ρείθροις, Ἰορδάνου.

Σήμερον ὃ Δεσπότης, νάμασιν ἐνθάπτει, βροτῶν τὴν ἁμαρτίαν.

Σήμερον ὁ Δεσπότης, ἄνωθεν μαρτυρεῖται, Υἱὸς ἠγαπημένος.

Σήμερον ὁ Δεσπότης, ἦλθεν ἁγιᾶσαι, τὴν φύσιν τῶν ὑδάτων.

Σήμερον ὁ Δεσπότης, τὸ βάπτισμα λαμβάνει, ὑπὸ χειρὸς Προδρόμου.

Ἑξαποστειλάριον.Ἐπεσκέψατο ἠμᾶς.

πεφάνη ὁ Σωτήρ, ἢ χάρις ἡ ἀλήθεια, ἐν ρείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιά, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Ιδιόμελα. Ἦχος α΄.

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμω, Χριστὸς ὃ Θεὸς ἠμῶν, ὁ ἐπιφανεῖς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.

 

Πῶς σὲ Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἠμᾶς ἀνεκαίνισας.

Ἦχος β' Ἀνατολίου.

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνη ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἳ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὀρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἠμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν. Δόξα τῷ φανέντι Θεῶ, καὶ ἐπὶ γὴς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

 

 

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA