"Ο,τιδήποτε πάθουμε άδικα από κάποιον,ο Θεός υπολογίζει την αδικία αυτή είτε προς διάλυση των αμαρτημάτων μας, είτε προς απόδοση αμοιβής…'' Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

γιε Ἱερομάρτυς τοῦ Σωτῆρος, Βλάσιε θαυματουργέ· ὁ τοῦ ἀρχιποίμενος Χριστοῦ μιμητὴς καὶ τῶν θείων Ἀποστόλων ζηλωτὴς καὶ ὁμότροπος· ὁ σκληρὰς βασάνους ὑπομείνας ὑπὲρ τῆς ἀληθείας τοῦ Εὐαγγελίου, καὶ τὸ αἷμα χέας, ὑπὲρ τοῦ ἐν τῷ Σταυρῷ τὸ ἴδιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέαντος, καὶ παρ᾽ αὐτοῦ τῶν θαυμάτων τὴν χάριν, καὶ τῶν ἰαμάτων τὴν ἐνέργειαν δαψιλῶς κομισάμενος· διὸ καὶ πᾶσι παρέχεις τὴν θερμὴν σου προστασίαν καὶ τὴν ταχεῖαν ἀντίληψιν, νόσους καταπαύων, καί δαίμονας ἐλαύνων, καὶ ὑγείαν καὶ ῥῶσιν, κατὰ ψυχὴν καὶ σῶμα συμπαθῶς δωρούμενος.

Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, ἱερώτατε Πάτερ, ἐπίβλεψον ἐφ᾽ ἡμᾶς ἐν ἱλαρῷ ὄμματι, καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν· ἰδοὺ γὰρ ἀσθενείαις πικραῖς, καὶ νόσοις καὶ πάθεσι συνεσχέθημεν, καὶ ἐκλείπει ἡ ζωὴ ἡμῶν ταῖς ταλαιπωρίαις καὶ θλίψεσι. Δὸς ἡμῖν ἄνεσιν, καὶ θεράπευσον ἡμᾶς, καὶ ἀνόρθωσον ἡμᾶς ἐκ τῆς κατεχούσης ἡμᾶς δεινῆς νόσου. Ἀπέλασον ἀφ᾽ ἡμῶν τὴν πολλὴν καὶ ὀδυνηρὰν ἀθυμίαν, τὴν ἐκ τῆς χαλεπῆς νόσου καὶ ἀσθενείας ἐπελθοῦσαν ἡμῖν.

Καὶ δὴ τὸ τοῦ λαιμοῦ καὶ φάρυγγος καὶ λάρυγγος ἄλγος καὶ πάθος θεράπευσον· κούφισον τὸν πόνον καὶ τὴν ὀδύνην, ὁ ἐξαίρετον χάριν παρὰ Χριστοῦ λαβὼν ἰᾶσθαι τὰ τῶν λαιμῶν παθήματα, καὶ παρέχειν τοῖς ἐν τούτοις συνεχομένοις καὶ θλιβομένοις τὴν ταχεῖαν ἴασιν.

Ναὶ, συμπαθέστατε Πάτερ, θαυματουργὲ Ἱερομάρτυς Βλάσιε, μὴ παρίδῃς τὰς ταπεινὰς ἡμῶν φωνάς, ἀλλὰ σπεῦσον ἀοράτως, εἰς βοήθειαν ἡμῶν· ὅτι σφόδρα ὀδυνόμεθα, καὶ ταῖς τοῦ θανάτου πύλαις ἡ ζωὴ ἡμῶν ἤγγισε· σὺ γὰρ τοῖς πάσχουσι συμπαθῶς δίδως τὴν λύτρωσιν, καὶ τοῦ φοβεροῦ ἄγχους τοῦ φάρυγγος ἀπαλλάττεις, καὶ τὰ λαιμικὰ νοσήματα ἰᾶσαι, τῇ δεδομένῃ σοι πλουσίᾳ χάριτι· πρὸς σὲ γὰρ πιστῶς καταφεύγομεν, καὶ τὴν σὴν ἀπεκδεχόμεθα σωτήριον ἀντίληψιν, κηρύττοντες τὰ πολλὰ σου θαύματα, καὶ τὴν ὀξεῖαν ἐπικουρίαν, ἐν παντὶ καὶ πάντοτε· εἰς δόξαν τοῦ σὲ δοξάσαντος Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, τοῦ παρέχοντος διὰ σοῦ ἡμῖν, ὑγείαν ψυχῆς τε καὶ σώματος, θείαν εὐφροσύνην καὶ χαρὰν, ἄφεσιν πταισμάτων, καὶ τὸ μέγα καὶ πλούσιον ἔλεος. Ἀμήν.


Ποίημα Μοναχής Ισιδώρας Αγιοιεροθετιίσσης





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA