"Ο,τιδήποτε πάθουμε άδικα από κάποιον,ο Θεός υπολογίζει την αδικία αυτή είτε προς διάλυση των αμαρτημάτων μας, είτε προς απόδοση αμοιβής…'' Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

     Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τὸν μονογενῆ Σου Υἱοῦ ἐξαποστεῖλαι καταδεξάμενος, καταδεξάμενον πάντα παθεῖν διὰ τὴν τοῦ γένους ἡμῶν σωτηρίαν, καὶ Σταυρόν, καὶ θάνατον ὑπομεῖναι ἐποίησας, ἵνα τῆς τοῦ θανάτου πικρᾶς ἡμᾶς τυραννίδος ἐλευθερώσῃ, ὑψώσῃ δὲ πάντας εἰς ἑαυτοῦ διὰ τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ προσκυνήσεως, τοῦ ἀμάχου ὅπλου καὶ ἀηττήτου. Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν, τὸν Πατέρα τοῦ ἐνυποστάτου καὶ συναϊδίου καὶ συνδοξασμένου Λόγου, ὡς ἄν διὰ τοῦ τοιούτου Ζωοποιοῦ Σταυροῦ εἰς μίαν συνάψῃς ὁμόνοιαν, τὸ τῶν Χριστιανῶν γένος, δωρούμενος τοῖς εὐσεβέσι καὶ φιλοχρίστοις βασιλεῦσι τρόπαια καὶ νίκας, οὐ μόνον κατὰ τῶν ἀοράτων ἐχθρῶν, ἀλλὰ καὶ κατὰ τῶν ὁρωμένων καὶ ἀντικαθισταμένων τῷ κράτει τῆς βασιλείας αὐτῶν, δι’ αὐτοῦ τῆς δεξιᾶς τοῦ Ὑψίστου παραστάσεως τυχεῖν ἐλπίζομεν. Δι’ αὐτοῦ ὁ αἰθὴρ ἡγιάσθη, ἡ κτίσις ἀνεκαινίσθη, τὰ οὐράνια πάντα καὶ ἐπίγεια εἰς μίαν συνήφθησαν Ἐκκλησίαν.

    Δι’ αὐτοῦ βασιλεῖς βασιλεύουσι. Δι’ αὐτοῦ Μαρτύρων χορός, Ἀρχιερέων ὁμήγυρις, μοναζόντων δόξα, Ἱερέων εὐπρέπεια, γυναικῶν σεμνότης, καὶ πανθ’ ὅσα τοιαῦτα δι’ αὐτοῦ κατορθοῦνται, καὶ τῆς αὐτοῦ προσκυνήσεως. Ναὶ Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ τοῦ ἐλέους πηγή, καὶ τῆς φιλανθρωπίας ἀνεξιχνίαστος ἄβυσσος, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ στῆσον ἤδη ῥάβδον ἐπεκτεινομένην τῶν ἁμαρτωλῶν κατὰ τοῦ κλήρου τῶν δικαίων, καὶ τῆς μερίδος τῆς ἐπιθυμητῆς κληρονομίας Σου καὶ μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, ἀλλἀ δώρησαι τὸ Φιλοχρίστῳ Βασιλεῖ ἡμῶν ἄνεσιν τῶν κατεχόντων αὐτὸν ἀνιαρῶν, καὶ ἀπαλλαγὴν τῶν ἐπεχουσῶν συμφορῶν, καὶ θορύβων καὶ στάσεων, ἐνίσχυσον αὐτοῦ τὸν βραχίονα, κράτυνον τῆς γῆς αὐτοῦ τὰ σχοινίσματα καὶ τοὺς ἐπανισταμένους αὐτῷ ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ, ἀγγελικαῖς παρεμβολαῖς αὐτὸν περιφρούρησον, χάρισον αὐτῷ τὴν βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, ἵνα καὶ ἡμεῖς τὰς ἐπιγινομένας μάχας καὶ θορύβους ἀποσεισάμενοι ἥρεμον καὶ ἥσυχον βίον διάγωμεν ἐν πάσῃ εὐλαβείᾳ καὶ σεμνότητι, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζοντες καὶ εὐλογοῦντές Σε τὸν μόνον ἀληθινὸν Θεὸν ἡμῶν, δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Καλλίστου Πατριάρχου





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA