«Οι ωραιότερες στιγμές που έζησα ήταν της αδικίας. Όποιος δέχεται τον άδικο, δέχεται τον αδικημένο Χριστό στην καρδιά του». Αγιος Γέρων Παίσιος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

Μεγαλυνάρια.


Δεῦτε μεταλάβωμεν εὐλαβῶς Σώματος ἀχράντου καὶ τοῦ Αἵματος τοῦ σεπτοῦ του Υἱοῦ Ὑψίστου, τοῦ μόνου ἀντιδότου ἰοῦ τοῦ τῆς κορώνης ὄντως ὑπάρχοντος.


Πανδημίας λύτρωσαι τοῦ ἰοῦ τῆς κορώνης πάντας Σὲ δοξάζοντας ἀκλινῶς ὡς Υἱὸν Ὑψίστου Θεοῦ, Χριστὲ Παντάναξ, ὁ μόνος ἀσθενείας παύειν δυνάμενος.


Μνήσθητι τῶν δούλων Σου, Ἰησοῦ, τῶν δεινῶς πασχόντων ἐκ τῆς μάστιγος τοῦ ἰοῦ τῆς κορώνης, Σῶτερ, Υἱὲ Θεοῦ, οὗ πέλει ἀντιδοτὸν Σὸν Αἷμα καὶ Σῶμα, Κύριε.


λεος καταπεμψον ἐφ’ ἡμᾶς, τοὺς ἡμαρτηκότας καὶ τὸ κάλλος τῆς Σῆς μορφῆς ἀτενίσαι, Σῶτερ, μὴ δυναμένους, οἶμοι, vυv ἐξ ἰοῦ κορώνης οἱ χειμαζόμενοι.


Σῶτερ ὡραιότατε, Ἰησοῦ, σκέδασον τὸν φόβον τοῦ θανάτου ἐκ τοῦ ἰοῦ τῆς κορώνης ἄρτι ἐνσκήψαντος, ὁ μόνος ἰώμενος λοιμώδη πάντων νοσήματα.


Δυσθυμίαν δούλων Σου, Ἰησοῦ, δίωξον ταχέως ἐκ τῆς μάστιγος τοῦ ἰοῦ τῆς κορώνης, Σῶτερ,δεινῶς ἐπερχόμενην, Υἱὲ Θεοῦ Ὑψίστου ἄγαν εὐίλατε.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Ποίημα Δρ Χαραλάμπους Μπούσια





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA